Matthew 12 - World English Bible with Greek

Matthew 12 - World English Bible with Greek - Christ.net.au

Law    History    Wisdom    Prophets    Gospels    Acts    Epistles    Apocalyptic   

1 At that time, Jesus went on the Sabbath day through the grain fields. His disciples were hungry and began to pluck heads of grain and to eat.

1 ἐν ἐκείνῳ τῶ καιρῶ ἐπορεύθη ὁ ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.

2 But the Pharisees, when they saw it, said to him, "Behold, your disciples do what is not lawful to do on the Sabbath."

2 οἱ δὲ φαρισαῖοι ἰδόντες εἶπαν αὐτῶ, ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ.

3 But he said to them, "Haven't you read what David did, when he was hungry, and those who were with him;

3 ὁ δὲ εἶπεν αὐτοῖς, οὐκ ἀνέγνωτε τί ἐποίησεν δαυὶδ ὅτε ἐπείνασεν καὶ οἱ μετ᾽ αὐτοῦ;

4 how he entered into the house of God, and ate the show bread, which was not lawful for him to eat, neither for those who were with him, but only for the priests?

4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγον, ὃ οὐκ ἐξὸν ἦν αὐτῶ φαγεῖν οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;

5 Or have you not read in the law, that on the Sabbath day, the priests in the temple profane the Sabbath, and are guiltless?

5 ἢ οὐκ ἀνέγνωτε ἐν τῶ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῶ ἱερῶ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν;

6 But I tell you that one greater than the temple is here.

6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.

7 But if you had known what this means, 'I desire mercy, and not sacrifice,' you would not have condemned the guiltless.

7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν, ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.

8 For the Son of Man is Lord of the Sabbath."

8 κύριος γάρ ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.

9 He departed there, and went into their synagogue.

9 καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν·

10 And behold there was a man with a withered hand. They asked him, "Is it lawful to heal on the Sabbath day?" that they might accuse him.

10 καὶ ἰδοὺ ἄνθρωπος χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, εἰ ἔξεστιν τοῖς σάββασιν θεραπεῦσαι; ἵνα κατηγορήσωσιν αὐτοῦ.

11 He said to them, "What man is there among you, who has one sheep, and if this one falls into a pit on the Sabbath day, won't he grab on to it, and lift it out?

11 ὁ δὲ εἶπεν αὐτοῖς, τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;

12 Of how much more value then is a man than a sheep! Therefore it is lawful to do good on the Sabbath day."

12 πόσῳ οὗν διαφέρει ἄνθρωπος προβάτου. ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.

13 Then he told the man, "Stretch out your hand." He stretched it out; and it was restored whole, just like the other.

13 τότε λέγει τῶ ἀνθρώπῳ, ἔκτεινόν σου τὴν χεῖρα. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.

14 But the Pharisees went out, and conspired against him, how they might destroy him.

14 ἐξελθόντες δὲ οἱ φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.

15 Jesus, perceiving that, withdrew from there. Great multitudes followed him; and he healed them all,

15 ὁ δὲ ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν. καὶ ἠκολούθησαν αὐτῶ [ὄχλοι] πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,

16 and charged them that they should not make him known:

16 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν·

17 that it might be fulfilled which was spoken through Isaiah the prophet, saying,

17 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ἠσαΐου τοῦ προφήτου λέγοντος,

18 "Behold, my servant whom I have chosen; My beloved in whom my soul is well pleased: I will put my Spirit on him. He will proclaim justice to the Gentiles.

18 ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.

19 He will not strive, nor shout; Neither will anyone hear his voice in the streets.

19 οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.

20 He won't break a bruised reed. He won't quench a smoking flax, Until he leads justice to victory.

20 κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.

21 In his name, the Gentiles will hope."

21 καὶ τῶ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.

22 Then one possessed by a demon, blind and mute, was brought to him and he healed him, so that the blind and mute man both spoke and saw.

22 τότε προσηνέχθη αὐτῶ δαιμονιζόμενος τυφλὸς καὶ κωφός· καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν.

23 All the multitudes were amazed, and said, "Can this be the son of David?"

23 καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον, μήτι οὖτός ἐστιν ὁ υἱὸς δαυίδ;

24 But when the Pharisees heard it, they said, "This man does not cast out demons, except by Beelzebul, the prince of the demons."

24 οἱ δὲ φαρισαῖοι ἀκούσαντες εἶπον, οὖτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῶ βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.

25 Knowing their thoughts, Jesus said to them, "Every kingdom divided against itself is brought to desolation, and every city or house divided against itself will not stand.

25 εἰδὼς δὲ τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς, πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾽ ἑαυτῆς οὐ σταθήσεται.

26 If Satan casts out Satan, he is divided against himself. How then will his kingdom stand?

26 καὶ εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὗν σταθήσεται ἡ βασιλεία αὐτοῦ;

27 If I by Beelzebul cast out demons, by whom do your children cast them out? Therefore they will be your judges.

27 καὶ εἰ ἐγὼ ἐν βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.

28 But if I by the Spirit of God cast out demons, then the Kingdom of God has come upon you.

28 εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.

29 Or how can one enter into the house of the strong man, and plunder his goods, unless he first bind the strong man? Then he will plunder his house.

29 ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.

30 "He who is not with me is against me, and he who doesn't gather with me, scatters.

30 ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.

31 Therefore I tell you, every sin and blasphemy will be forgiven men, but the blasphemy against the Spirit will not be forgiven men.

31 διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται.

32 Whoever speaks a word against the Son of Man, it will be forgiven him; but whoever speaks against the Holy Spirit, it will not be forgiven him, neither in this age, nor in that which is to come.

32 καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῶ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῶ οὔτε ἐν τούτῳ τῶ αἰῶνι οὔτε ἐν τῶ μέλλοντι.

33 "Either make the tree good, and its fruit good, or make the tree corrupt, and its fruit corrupt; for the tree is known by its fruit.

33 ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.

34 You offspring of vipers, how can you, being evil, speak good things? For out of the abundance of the heart, the mouth speaks.

34 γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.

35 The good man out of his good treasure brings out good things, and the evil man out of his evil treasure{TR adds "of the heart"} brings out evil things.

35 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.

36 I tell you that every idle word that men speak, they will give account of it in the day of judgment.

36 λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως·

37 For by your words you will be justified, and by your words you will be condemned."

37 ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.

38 Then certain of the scribes and Pharisees answered, "Teacher, we want to see a sign from you."

38 τότε ἀπεκρίθησαν αὐτῶ τινες τῶν γραμματέων καὶ φαρισαίων λέγοντες, διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.

39 But he answered them, "An evil and adulterous generation seeks after a sign, but no sign will be given it but the sign of Jonah the prophet.

39 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ἰωνᾶ τοῦ προφήτου.

40 For as Jonah was three days and three nights in the belly of the whale, so will the Son of Man be three days and three nights in the heart of the earth.

40 ὥσπερ γὰρ ἦν ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

41 The men of Nineveh will stand up in the judgment with this generation, and will condemn it, for they repented at the preaching of Jonah; and behold, someone greater than Jonah is here.

41 ἄνδρες νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον ἰωνᾶ ὧδε.

42 The queen of the south will rise up in the judgment with this generation, and will condemn it, for she came from the ends of the earth to hear the wisdom of Solomon; and behold, someone greater than Solomon is here.

42 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν σολομῶνος, καὶ ἰδοὺ πλεῖον σολομῶνος ὧδε.

43 But the unclean spirit, when he is gone out of the man, passes through waterless places, seeking rest, and doesn't find it.

43 ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει.

44 Then he says, 'I will return into my house from which I came out,' and when he has come back, he finds it empty, swept, and put in order.

44 τότε λέγει, εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον.

45 Then he goes, and takes with himself seven other spirits more evil than he is, and they enter in and dwell there. The last state of that man becomes worse than the first. Even so will it be also to this evil generation."

45 τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾽ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.

46 While he was yet speaking to the multitudes, behold, his mother and his brothers stood outside, seeking to speak to him.

46 ἔτι αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῶ λαλῆσαι.

47 One said to him, "Behold, your mother and your brothers stand outside, seeking to speak to you."

47 [εἶπεν δέ τις αὐτῶ, ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν ζητοῦντές σοι λαλῆσαι.]

48 But he answered him who spoke to him, "Who is my mother? Who are my brothers?"

48 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῶ λέγοντι αὐτῶ, τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;

49 He stretched out his hand towards his disciples, and said, "Behold, my mother and my brothers!

49 καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν, ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·

50 For whoever does the will of my Father who is in heaven, he is my brother, and sister, and mother."

50 ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.

  Chapter  11 Bible Contents Chapter  13  

Other chapters in Matthew1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28

Genres:  Law    History    Wisdom    Prophets    Gospels    Acts    Epistles    Apocalyptic   

Or select another Bible translation:

American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
Young's Literal Translation
Greek New Testament
Turn Parallel Mode Off

See also: How to Read the Bible, Bird's Eye View of the Bible, The 66 Books of The Bible

Cover image by Freedom Studio / Shutterstock.

See Also
menu
menu